domingo, 28 de diciembre de 2014

GRAMATICA GRIEGA 2




La ficha con el texto y las notas, aquí.


CLASICOS VIVA VOCE: ESOPO - FABULAS 21-30



 (haz clic en el título para escuchar la fábula) 


ἁλιεῖς ἐπ' ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον, καθεζόμενοι δὲ ἐν τῇ νηὶ ἠθύμουν. ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.  
 οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

 22. ΑΛΩΠΗΞΚΑΙ ΔΡΥΤΟΜΟΣ
  
ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ' οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν, ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴ γε διασωθεῖσα ὑπ' αὐτοῦ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· “ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.”  

τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι' ἔργων δὲ φαῦλα δρῶντας.  

23.ΑΛΕΚΤΡΥΟΝΕΣ ΚΑΙ ΠΕΡΔΙΞ
  
ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· “ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπὸ τούτων τυπτόμενος. ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.”  

ὁ λόγος δηλοῖ, ὅτι ῥᾴδιον τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.  

24. ΑΛΩΠΗΞΕΞΟΓΚΩΘΕΙΣΑ ΤΗΝ ΓΑΣΤΕΡΑ 

ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· “ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.
 ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. 

25. ΑΛΚΥΩΝ 

ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπιθαλάσσιον ἐνεοττοποιεῖτο ἐνταῦθα. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομὴν συνέβη τὴν θάλασσαν ὑπὸ λάβρου πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. καὶ ἡ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονός, εἶπεν· “ἀλλ' ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.”

οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

26. ΑΛΙΕΥΣ ΥΔΩΡ ΤΥΠΤΩΝ


ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λίθον ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα ἐμέμφετο αὐτὸν ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. ὁ δὲ ἀπεκρίνατο· “ἀλλ' ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.

οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.


27. ΑΛΩΠΗΞ ΠΡΟΣΜΟΡΜΟΛΥΚΕΙΟΝ 

ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· “οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει.”

 ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.

28. ΑΝΗΡ ΦΕΝΑΞ 

ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν. οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· “ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες.” οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσει Ἀττικὰς χιλίας. καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη καὶ ὑπ' αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.

 ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

29. ΑΝΘΡΑΚΕΥΣ ΚΑΙΓΝΑΦΕΥΣ 

ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος ὡς ἐθεάσατο γναφέα προσελθόντα, παρεκάλει αὐτόν, ὅπως αὐτῷ σύνοικος γένηται διεξιών, ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· “ἀλλ' ἔμοιγε τοῦτο παντελῶς ἐστιν ἀδύνατον. ἃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολώσεις.”

ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστιν. 

30. ΝΑΥΑΓΟΣ ΚΑΙ ΑΘΗΝΑ 

ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ' ἑτέρων τινῶν ἔπλει. καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ' ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· “σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.”

 ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.  

CLASICOS VIVA VOCE: ESOPO - FABULAS 11-20



 (haz clic en el título para escuchar la fábula) 


λιες αλητικς μπειρος ναλαβν αλος κα τ δίκτυα παρεγένετο ες τν θάλασσαν κα στς πί τινος προβλτος πέτρας τ μν πρτον δε, νομίζων ατομάτους πρς τν δυφωνίαν τος χθύας ξάλλεσθαι. ς δ ατο π πολ διατεινομένου οδν πέρας νύετο, ποθέμενος τος αλος νείλετο τ μφίβληστρον κα βαλν κατ το δατος πολλος χθύας γρευσεν. κβαλν δ ατος π τν δικτύων π τν ιόνα ς θεάσατο σπαίροντας, φη· “ κάκιστα ζα, μες, τε μν ηλουν, οκ ρχεσθε, νν δέ, τε πέπαυμαι, τοτο πράττετε.”  

πρς τος παρ καιρόν τι πράττοντας λόγος εκαιρος.  



λώπηξ κα πάρδαλις περ κάλλους ριζον. τς δ παρδάλεως παρ' καστα τν το σώματος ποικιλίαν προβαλλομένης λώπηξ ποτυχοσα φη· “κα πόσον γ σο καλλίων πάρχω, τις ο τ σμα, τν δ ψυχν πεποίκιλμαι;” 

λόγος δηλο, τι το σωματικο κάλλους μείνων στν τς διανοίας κόσμος.  


λιες σαγήνην ελκον· βαρείας δ ατς οσης χαιρον κα ρχοντο, πολλν εναι νομίζοντες τν γραν. ς δ φελκύσαντες π τν ιόνα τν μν χθύων λίγους ερον, λίθων δ κα μμων μεστν τν σαγήνην, ο μετρίως βαρυθύμουν, οχ οτω μλλον π τ συμβεβηκότι δυσφοροντες, σον τι κα τ ναντία προσειλήφασιν. ες δέ τις ν ατος γηραις ν επεν· “λλ παυσώμεθα, ταροι· χαρς γάρ, ς οικεν, δελφή στιν λύπη, κα μς δει τοσατα προησθέντας πάντως τι κα λυπηθναι.”  

 τρ ον κα μς δε το βίου τ εμετάβλητον ρντας μ τος ατος ε πράγμασιν παγάλλεσθαι λογιζομένους, τι κ πολλς εδίας νάγκη κα χειμνα γενέσθαι. 

 
λώπηξ κα πίθηκος ν τατ δοιποροντες περ εγενείας ριζον. πολλ δ κατέρου διεξιόντος πειδ γένοντο κατά τινας τύμβους, νταθα ποβλέψας νεστέναξεν πίθηκος. τς δ λώπεκος ρομένης τν ατίαν πίθηκος πιδείξας ατ τ μνήματα επεν· “λλ' ο μέλλω κλαίειν ρν τς στήλας τν πατρικν μου πελευθέρων κα δούλων;” κκείνη πρς ατν φη· “λλ ψεύδου, σα βούλει. οδες γρ τούτων ναστς λέγξει σε.”  

οτω κα τν νθρώπων ο ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ταν τος λέγχοντας μ χωσι. 

 
λώπηξ λιμώττουσα ς θεάσατο πό τινος ναδενδράδος βότρυας κρεμαμένους, βουλήθη ατν περιγενέσθαι κα οκ δύνατο. παλλαττομένη δ πρς αυτν επεν· “μφακές εσιν.” 

 οτω κα τν νθρώπων νιοι τν πραγμάτων φικέσθαι μ δυνάμενοι δι' σθένειαν τος καιρος ατινται.
 

 
αλουρος συλλαβν λεκτρυόνα τοτον βούλετο μετ' ελόγου ατίας καταθοινήσασθαι. κα δ ρξάμενος κατηγόρει ατο λέγων χληρν ατν εναι τος νθρώποις νύκτωρ κεκραγότα κα οδ πνου τυχεν ατος ἐῶντα. το δ επόντος ς π' φελεί ατν τοτο ποιε, π γρ τ συνήθη τν ργων διεγείρει, κ δευτέρου λεγεν· “λλ κα σεβς ες τν φύσιν καθέστηκας κα δελφας κα μητρ πεμβαίνων.” το δ κα τοτο ες φέλειαν τν δεσποτν πράττειν φήσαντος, πολλ γρ ατος ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθες κενος φη· “ἐὰν ον σ φορμν ε επορς, γώ σε ο κατέδομαι;”  

  λόγος δηλο, τι κα πονηρ φύσις πλημμελεν προαιρουμένη, κν μ μετ' ελόγου προσχήματος δυνηθ, παρακαλύπτως πονηρεύεται. 
 
17.ΑΛΩΠΗΞ ΚΟΛΟΥΡΟΣ 

λώπηξ πό τινος πάγης τν ορν ποκοπεσα πειδ δι' ασχύνην βίωτον γετο τν βίον χειν, γνω δεν κα τς λλας λώπεκας ες τ ατ προσαγαγεν, να τ κοιν πάθει τ διον λάττωμα συγκρύψ. κα δ πάσας θροίσασα παρνει ατας τς ορς ποκόπτειν, λέγουσα, ς οκ πρεπς μόνον τοτο, λλ κα περισσόν τι ατας βάρος προσήρτηται. τούτων δέ τις ποτυχοσα φη· “ ατη, λλ' ε μή σοι τοτο συνέφερεν, οκ ν μν τοτο συνεβούλευσας.” 

 οτος λόγος ρμόττει πρς κείνους, ο τς συμβουλίας ποιονται τος πέλας ο δι' ενοιαν λλ δι τ αυτος συμφέρον.

18. ΑΛΙΕΥΣ ΚΑΙ ΜΑΙΝΙΣ

λιες καθες τ δίκτυον νήνεγκε μαινίδα. τς δ κετευούσης ατν πρς τ παρν μεθεναι ατήν, πειδ μικρ τυγχάνει, στερον δ αξηθεσαν συλλαβεν ες μείζονα φέλειαν, λιες επεν· “λλ' γωγε εηθέστατος ν εην, ε τ ν χερσ παρες κέρδος δηλον λπίδα διώκοιμι.”  

  λόγος δηλο, τι αρετώτερόν στι τ παρν κέρδος, κν μικρν , το προσδοκωμένου, κν μέγα πάρχ

 
λώπηξ φραγμν ναβαίνουσα πειδ λισθαίνειν μελλε, βάτου πελάβετο. ξυσθεσα δ τ πέλμα κα δεινς διατεθεσα τιτο ατήν, ε γε καταφυγοσαν π' ατν ς π βοηθν χερον ατ χρήσατο κα ατο το προκειμένου. κα βάτος ποτυχοσα επεν· “λλ' σφάλης τν φρενν, ατη, μο πιλαβέσθαι βουληθεσα, τις ατ πάντων πιλαμβάνεσθαι εωθα.”  

 οτω κα τν νθρώπων μάταιοί εσιν, σοι τούτοις ς βοηθος προσφεύγουσιν, ος τ δικεν μλλόν στιν μφυτον. 

 
λώπηξ κα κροκόδειλος περ εγενείας ριζον. πολλ δ το κροκοδείλου διεξιόντος περ τς τν προγόνων λαμπρότητος κα τ τελευταον λέγοντος, ς γεγυμνασιαρχηκότων στ πατέρων, λώπηξ ποτυχοσα φη· “λλ κν σ μ επς, π το δέρματος φαίν, τι π πολλν ε γυμνασμάτων.”  

οτω κα τν ψευδολόγων νθρώπων λεγχός στι τ πράγματα.